Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.69 Joseph. AJ 20.75 (English) >>Joseph. AJ 20.81

20.73μαθόντες γὰρ οἱ Πάρθοι τὴν διάνοιαν τοῦ Οὐαρδάνου καὶ ὡς ἐπὶ Ῥωμαίους στρατεύειν ἔκρινεν, αὐτὸν μὲν ἀναιροῦσιν, τὴν ἀρχὴν δὲ τῷ ἀδελφῷ Κοτάρδῃ παρέδοσαν. 20.74καὶ τοῦτον δὲ μετʼ οὐ πολὺν χρόνον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ἀδελφός, ὃς δὴ καὶ τοῖς ὁμοπατρίοις δυσὶν ἀδελφοῖς δυναστείας ἐπίστευσεν, Πακόρῳ μὲν τῷ καὶ πρεσβυτέρῳ τὴν Μήδων, Τιριδάτῃ δὲ τῷ νεωτέρῳ τὴν Ἀρμενίαν. 20.75

δὲ τοῦ βασιλέως ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς θεωροῦντες τὸν Ἰζάτην διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν ζηλωτὸν παρὰ πᾶσιν ἀνθρώποις γεγενημένον ἔσχον ἐπιθυμίαν καὶ αὐτοὶ τὰ πάτρια καταλιπόντες ἔθεσι χρῆσθαι τοῖς Ἰουδαίων. 20.76γίνεται δʼ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρʼ αὐτῶν. 20.77καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρʼ αὐτοῖς βασιλέως, ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα· θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρʼ αὐτοῖς ἔθη· καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν. 20.78πείθεται δὲ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες, καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.69 Joseph. AJ 20.75 (English) >>Joseph. AJ 20.81

Powered by PhiloLogic